Κυριακή 25 Αυγούστου 2019

ΑΓΙΟΛΟΓΙΟ ΠΑΡΑΚΛΗΣΕΩΣ - ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ



ΑΓ ΙΩΑΝΝΗΣ ΠΡΟΔΡΟΜΟΣ
Μνήμη δικαίου μετ᾽ εγκωμίων· σοι δε αρκέσει η μαρτυρία του Κυρίου Πρόδρομε·
ανεδείχθης γαρ όντως και Προφητών σεβασμιώτερος, ότι και εν ρείθροις βαπτίσαι
κατηξιώθης τον κηρυττόμενον· όθεν της αληθείας υπεραθλήσας, χαίρων ευηγγελίσω και
τοις εν άδη, Θεόν φανερωθέντα εν σαρκί, τον αίροντα την αμαρτίαν του κόσμου, και
παρέχοντα ημίν το μέγα έλεος.

ΑΓΙΟΙ ΤΕΣΣΑΡΑΚΟΝΤΕΣ  





Τὴν θεοσύλλεκτον, τοῦ Λόγου φάλαγγα, τοὺς Τεσσαράκοντα καὶ δυὸ Μάρτυρας, τοὺς ἐν μίᾳ πάντας σπουδή, ἀθλήσαντας τιμήσωμεν οὗτοι γὰρ τῆς πίστεως, ἡνωμένοι τὴ χάριτι , δῆμον ἀκαθαίρετον, ἱερῶς συνεκρότησαν, καὶ ὤφθησαν Χριστοῦ κληρονόμοι, ξίφει τμηθέντες τοὺς αὐχένας.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’. Ταχύ προκατάλαβε.
Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, τὸ στέφος ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον· ἔθραυσαν καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστέ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α’.
Τῶν ἁγίων Μαρτύρων τὰ κατορθώματα, οὐρανῶν αἱ δυνάμεις ὑπερεθαύμασαν, ὅτι ἐν σώματι θνητῷ τὸν ἀσώματον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀγωνισάμενοι καλῶς, ἐνίκησαν ἀοράτως, καὶ νῦν πρεσβεύουσι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΑΓΙΟΙ ΠΑΝΤΕΣ  





(Ποίημα τοῦ ὁσίου Νικοδήμου τοῦ ῾Αγιορείτου)
Βλαστοὺς εὐαγγελίου καὶ καρποὺς ἀμαράντους, χοροὺς ἁγίων Πάντων εὐφημήσωμεν πάντες, ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, μιμούμενοι αὐτῶν τὰς ἀρετάς, καὶ ἀγῶνας τοὺς γενναίους, ἀπὸ ψυχῆς συμφώνως ἀνακράζοντες· δόξα τῷ στεφανώσαντι ὑμᾶς· δόξα τῷ ἁγιάσαντι· δόξα τῷ ἐν τῇ γῇ καὶ οὐρανῷ ὑμᾶς δοξάσαντι.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον λόγον.
(Ποίημα Κυρίλλου πατριάρχου Κων/πόλεως)
Τῶν ἁγίων Πάντων οἶκος ὁ πάνσεπτος, οὐρανὸς ὥς τις ἄλλος ἀστράπτει αἴθριος, ἐν μέσῳ ἔχων τὸν Χριστόν, ὥς περ ἥλιον λαμπρόν, τὴν παρθένον Μαριάμ, σελήνην ὡς πλησιφαῆ, καὶ κύκλῳ καθάπερ ἄστρα, χορούς τε πάντων ἁγίων, ἀεὶ πρεσβεύοντας σωθῆναι ἡμᾶς.

Κοντάκιον
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τῶν Ἁγίων σύμπαντες, τῶν ἀπ’ αἰῶνος τὴν μνήμην, Προφητῶν Δικαίων τε, καὶ Ἀποστόλων Μαρτύρων, ἅμα τε, σὺν Ἱεράρχαις καὶ τοῖς Ὁσίοις, σήμερον, ἐγκωμισάσωμεν θεοφρόνως, αὐτοὶ γὰρ σὺν τοῖς Ἀγγέλοις, ἀκαταπαύστως, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσι.

Μεγαλυνάριον
Ἔνδοξοι Ἀπόστολοι τοῦ Χριστοῦ, Μάρτυρες Κυρίου, καὶ πανθαύμαστοι Ἀθληταί, Προφητῶν ὁ δῆμος, Ἱεραρχῶν Ὁσίων, ποιήσατε πρεσβείαν, ὑπὲρ ἡμῶν πρὸς Θεόν.

ΑΓΙΟΙ ΑΡΓΧΑΓΓΕΛΟΙ

Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος δ’.
Τῶν οὐρανίωv στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεv ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵvα ταῖς ὑμῶv δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγωv, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦvτες ἡμᾶς προσπίπτοντας, ἐκτεvῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς ἀνάρχου Τριάδος λειτουργοὶ οἱ ἀσώματοι, τῶν ἀκαταλύπτων οἱ πρῶτοι, μυστηρίων ἐκφάντορες, σὺν Θρόνοις Χερουβεὶμ καὶ Σεραφείμ, Δυνάμεις Ἐξουσίαι καὶ Ἀρχαί, Κυριότητες Ἀρχάγγελοι οἱ λαμπροί, καὶ Ἄγγελοι ὑμνείσθωσαν. Δόξα τῷ ὑποστήσαντι ὑμᾶς, δόξα τῷ καταλάμποντι, δόξα τῷ ὑμνουμένῳ δι’ ὑμῶν, τρισαγίοις ᾄσμασι.

 




Κοντάκιον
Ἦχος β’.
Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοῖ θείας δόξῃς, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτωv, τὸ συμφέροv ἡμῖv αἰτήσασθε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.

Κάθισμα
Ἦχος πλ. δ'. Τὸ προσταχθὲν.
Τῶν ἀσωμάτων τοὺς χοροὺς ἐφιέμενοι, ἀνευφημεῖν οἱ ἐπὶ γῆς μιμησώμεθα, ὡς ἐφικτὸν τούτων τὴν ἁγιότητα, νεκροῦντες πάντα τὰ μέλη τὰ τῆς σαρκός, αἰτοῦντες, ὡς ὑπερμάχους τε καὶ φρουρούς, πάσης πλάνης λυτρώσασθαι, τοῦ ἀοράτου ἐχθροῦ, ἡμᾶς τοὺς ἀνυμνοῦντας αὐτούς, ὅπως εὕρωμεν ἔλεος.

Ὁ Οἶκος
Ἔφης φιλάνθρωπε ἐν Γραφαῖς σου, πλήθη χαίρειν Ἀγγέλων ἐν οὐρανῷ, ἐπ' ἀνθρώπῳ ἑνὶ μετανοοῦντι, Ἀθάνατε· ὅθεν ἡμεῖς οἱ ἐν ἀνομίαις, ἀναμάρτητε, μόνε καρδιογνῶστα, σὲ δυσωπεῖν καθ' ἑκάστην τολμῶμεν ὡς εὔσπλαγχνον, οἰκτεῖραι καὶ καταπέμψαι ἀναξίοις κατάνυξιν, Δέσποτα, παρέχων ἡμῖν συγχώρησιν· ὑπὲρ πάντων γὰρ ἡμῶν πρεσβεύουσιν, οἱ τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.

Μεγαλυνάριον
Πρόκριτοι Δυνάμεων νοερῶν, Μιχαὴλ πρωτάρχα, καὶ λαμπρόμορφε Γαβριήλ, σὺν ταῖς οὐρανίαις, αἰτεῖτε στρατηγίαις, ἡμῖν καταπεμφθῆναι τὸ μέγα ἔλεος.

ΑΓ ΠΑΙΣΙΕ 

Τῶν Φαράσων τὸν γόνον, καὶ τοῦ Ἄθωνος κλέϊσμα, καὶ τῶν ἀπ᾿ αἰῶνος ὁσίων, μιμητὴν καὶ ἰσότιμον, Παΐσιον τιμήσωμεν πιστοί, τὸ σκεῦος χαρισμάτων τὸ μεστόν, ὡς φυλάσσοντα ἐκ πάντων τῶν λυπηρῶν, τοὺς πίστει ἀνακράζοντας, δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος γ ́. Θείας πίστεως.
Ὥσπερ ἄγγελος, φανεὶς ἐν κόσμῳ, ἐν τοῖς ἔτεσι, τοῖς τελευταίοις, χριστομίμητε Παΐσιε ὅσιε, ἀσκητικῶς γὰρ βιώσας ἐν Ἄθωνι, ὡς παμφαέστατος ἥλιος ἔλαμψας, καὶ κατηύγασας, πιστῶν τὰ πλήθη τῇ χάριτι, τοῖς ῥήμασι σημείοις καὶ τοῖς θαύμασι.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ ́. Ταχὺ προκατάλαβε.
Παΐσιε γέγονας, τῶν ἀσκητῶν ἡ κρηπίς, τοῦ Ἄθωνος κλέϊσμα, καὶ Σουρωτῆς ὁ τροφός, Κονίτσης τὸ καύχημα, σὺ γὰρ ἐπὶ τὰ ἴχνη, Ἀρσενίου ὁδεύσας, εἴληφας χαρισμάτων, τὴν πληθὺν Παρακλήτου, ἀφθόνως τοῖς σὲ τιμῶσιν, παρέχων τὰ πρόσφορα.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α ́. Τὸν Συνάναρχον Λόγον.
Τὸν πανεύφημον ἄνδρα, τοῦ ὄρους Ἄθωνος, τὸν ἐπ' ἐσχάτων τῶν χρόνων, καθάπερ φάος λαμπρόν, τὴν σκοτίαν τῶν πιστῶν διασκεδάσαντα, καὶ νοσήματα ψυχῶν, καὶ σαρκὸς ἐπιφοράς, ἰώμενον ὑπὲρ φύσιν, τῆς προοράσεως λύχνον, νέον Παΐσιον τιμήσωμεν.

Κοντάκιον
Ἦχος πλ. δ ́. Τῇ Ὑπερμάχῳ.
Ἁγίου Ὄρους ἀσκητὴν τὸν περιάκουστον, καὶ Ἐκκλησίας τὸν φωστῆρα τὸν νεόφωτον, ἐπαινέσωμεν ἐν ὕμνοις ὁλοκαρδίως, ποδηγῶν γὰρ τοὺς πιστοὺς πρὸς βίον ἄριστον, ποταμῶν τῶν δωρημάτων τούτους ἔπλησας, διὸ κράζουσι· Χαίροις πάτερ Παΐσιε.

Κάθισμα
Ἦχος α ́. Τὸν τάφον σου Σωτήρ.
Τῇ χάριτι Χριστοῦ, ὡς οἱ πάλαι Πατέρες, συνέζησας σεμνέ, τοῖς ἀλόγοις θηρίοις, καὶ φίλος ἐτέλεσας, πτερωτῶν καὶ τῶν ὄφεων, ὅθεν ἅπαντες, οἱ σὲ εἰδόντες θεόφρον, ἐξεπλάγησαν, καὶ Παντοκράτορα Λόγον, ἀνύμνησαν Ὅσιε.

Ἕτερον Κάθισμα
Ἦχος γ ́. Τὴν ὡραιότητα.
Τὸν πολυθαύμαστον, σεμνὸν Παΐσιον, τὸν καθαιρέσαντα, ὀφρὺν τοῦ δράκοντος, καὶ ἡδονὰς τὰς σαρκικάς, συντρίψαντα τῇ ἀσκήσει, Ἄθωνος τὸ κλέϊσμα, καὶ Φαράσων ἐκβλάστημα, τὸν εὐεργετήσαντα, πολυτρόπως τοῖς θαύμασι, τὰ πλήθη τῶν πιστῶν ὀρθοδόξων, πάντες τιμήσωμεν ἐνθέως.

Ἕτερον Κάθισμα
Ἦχος πλ. δ ́. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς νεότητος ὤφθης παιδαγωγός, καὶ ἀκέστωρ ἀνθρώπων ναρκομανῶν, τοῖς σχοῦσι δυσίατα, πορνικὰ ἁμαρτήματα, ταῖς σαῖς εὐχαῖς ἐφάνης, θεράπων πανάριστος, καὶ ἐκ τῶν ἐκζητούντων, ὁδὸν τὴν σωτήριον, Πάτερ ἐπεγνώσθης, ἀκριβὴς ποδηγέτης, καὶ πάντων Παΐσιε, βακτηρία γεγένησαι, ἀσκητὰ θεοφώτιστε, διὸ ἐν Σουρωτῇ οἱ πιστοί, τὸν σὸν τάφον, προσκυνοῦντες χαίρουσι, καὶ σεμνῶς τὴν σὴν μνήμην, κατὰ χρέος προσμέλπουσι.

Ἕτερον Κάθισμα
Ἦχος δ ́.Ταχὺ προκατάλαβε.
Εὐχῆς ἐργαστήριον, ἡ σὴ ἁγία ψυχή, Παΐσιε γέγονε, τῇ συνεχεῖ προσευχῇ, καὶ θείαις δεήσεσι, σὺ γὰρ μακροχρονήσας, ἐν τῇ κέλλῃ σου πάτερ, ὤφθης καθάπερ στήλη, φωτεινὴ ἱκετεύων, Χριστὸν τὸν πάντων κτίστην, καὶ παντοκράτορα.

Ὁ Οἶκος
Ἄγγελος ὥσπερ ἄλλος, ἐν ἐσχάτοις τοῖς χρόνοις, Παΐσιε ἐφάνης ἐν Ἄθῳ, ὁσίως γὰρ ζήσας ἐν γῇ, ἀσκητῶν τῶν ἀρχαίων ἰσοστάσιος, ἐφάνης τοῖς συνοῦσί σοι, βοῶσί σοι θερμῶς τοιαῦτα·

 


Χαῖρε Φαράσων ὁ θεῖος γόνος·
χαῖρε τοῦ Ἄθωνος μέγας ὄλβος.

Χαῖρε τῆς Κονίτσης τὸ ἔνθεον καύχημα·
χαῖρε Σουρωτῆς κοινοβίου καλλώπισμα.

Χαῖρε βρύσις ἡ πολύκρουνος ὑπὲρ φύσιν δωρεῶν·
χαῖρε ῥεῦμα ἀκατάσχετον ἰαμάτων σωστικῶν.

Χαῖρε ὅτι κλεΐζεις τὴν Μονὴν Ἐσφιγμένου·
χαῖρε ὅτι οἰκεῖς ἐν τῷ ὄρει Σιναίου.

Χαῖρε βροτῶν ἀτύφων ὁ ἔξαρχος·
χαῖρε πολλῶν χαρίτων ὁ κάτοχος.

Χαῖρε δεινῶς ἀλγουμένων ὁ ῥύστης·
χαῖρε ἀνδρῶν μοναστῶν ὑποφήτης.

Χαίροις πάτερ Παΐσιε.

Μεγαλυνάριον
Χαίροις τῶν Φαράσων θεῖος βλαστός, Ἄθωνος τοῦ Ὄρους περιάκουστος ἀσκητής, χαίροις τῆς Ἑλλάδος ὁ φωτιστὴς ὁ νέος, Παΐσιε τῶν νέων μέγιστε σύμμαχε.

Ἕτερον Μεγαλυνάριον
Χαίροις ὁ διδάσκαλος Σουρωτῆς, τοῦ Σιναίου ὄρους ὁ σεμνότατος ἀσκητής, χαίροις ἐν Κονίτσῃ τῶν συμπατριωτῶν σου, κατοίκων ὄντως τύπος Πάτερ πρὸς μίμησιν.

Ἕτερον Μεγαλυνάριον
Ἄνδρας καὶ γυναῖκας ναρκομανεῖς, καὶ πληθὺν ἀνθρώπων, δαιμονώντων ταῖς σαῖς λιταῖς, καὶ τοὺς ἀσθενοῦντας, πολυειδῶς θεόφρον, Παΐσιε μὴ παύσῃ, σώζων ἑκάστοτε.

Ἕτερον Μεγαλυνάριον
Μοναζόντων ὅσιε τὸν χορόν, ταῖς ἱκετηρίαις, πρὸς Δεσπότην διηνεκῶς, ὅσιε βοήθει, ὡς παῤῥησίαν ἔχων, Παΐσιε κρατίστην, θεομακάριστε.

Ἕτερον Μεγαλυνάριον
Ἔχοντες ὡς μέγιστον θησαυρόν, τὸν σὸν τάφον Πάτερ, ἀρυόμεθα οἱ πιστοί, δύναμιν καὶ θάρσος, ἐν τοῖς δεινοῖς τοῦ βίου, Παΐσιε παμμάκαρ, ἄνερ τῆς χάριτος.

Ἕτερον Μεγαλυνάριον
Πάτερ ὁσιώτατε τοὺς βροτούς, τοὺς ὑμνολογοῦντας, πολιτείαν σου τὴν σεπτήν, τῇ ἐπισκοπῇ σου, προστάτευσον ἐκ βλάβης, βελίαρ τοῦ ἀρχαίου, τοῦ πολεμήτορος. Πᾶσαι τῶν ἀγγέλων.


ΑΓΙΕ ΝΙΚΗΦΟΡΕ ΛΕΠΡΕ 




Ήχος α΄.
Νικηφόρου Ὁσίου, τοῦ λεπροῦ τὰ παλαίσματα, καὶ τὴν ἐν ἀσκήσει ἀνδρείαν, κατεπλάγησαν Ἄγγελοι ὡς ἄλλος γὰρ Ἰὼβ τὰ ἀλγεινά, ὑπέμεινε δοξάζων τὸν Θεόν, νῦν δὲ δόξῃ ἐστεφάνωται παρ᾽ Αὐτοῦ, θαυμάτων διακρίσεσιν. Χαίροις τῶν Μοναστῶν χειραγωγέ, χαίροις φωτὸς ὁ πρόβολος· χαίροις ὁ εὐωδίας χαρμονήν, προχέων ἐκ λειψάνων σου.

ΑΓ ΜΑΡΙΝΑ 




Απολυτίκιον
Ἀνδρείαν καὶ φρόνησιν, σὺ κεκτημένη σεμνή, ἀνδρείως κατεπάτησας ὄφιν ἀρχέκακον, Μαρίνα πανεύφημε, ἤσχυνας Ὀλυμβρίου τᾶς πικρᾶς τιμωρίας, εὐφρανας Ἀσωμάτων τᾶς χορείας ἀθλοῦσα, διὸ ἀπαύστως πρέσβευε Χριστῷ, εἰς τὸ σωθήναι ἠμᾶς.

Ἕτερον Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον.
Μνηστευθεῖσα τῷ Λόγῳ Μαρίνα ἔνδοξε, τῶν ἐπιγείων τὴν σχέσιν πᾶσαν κατέλιπες, καὶ ἐνήθλησας λαμπρῶς ὡς καλλιπάρθενος· τὸν γὰρ ἀόρατον ἐχθρὸν κατεπάτησας στερρῶς ὀφθέντα σοὶ Ἀθληφόρε. Καὶ νῦν πηγάζεις τῷ κόσμῳ τῶν ἰαμάτων τὰ δωρήματα.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλη τῇ φωνῇ. Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνήσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί· ἀλλ᾽ ὡς θυσίαν ἄμωμον προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε, ἀκηράτοις στέμμασιν, ἐστεφανώθης Mαρίνα, αἵμασι, τοῦ μαρτυρίου δε φοινιχθεῖσα, θαύμασι καταλαμπρύνθης τῶν ἰαμάτων, καὶ τῆς νίκης τὰ βραβεῖα, ἐδέξω Μάρτυς χειρὶ τοῦ Κτίστου σου.

Ὁ Οἶκος
Τῷ νυμφίῳ Χριστῷ, ἔρωτι τῆς καρδίας σου ἀπὸ βρέφους σεμνὴ πυρποληθεῖσα, ἔδραμες, δορκὰς ὡς διψῶσα πηγαῖς ἀειρύτοις, Παρθενομάρτυς, καὶ τῇ ἀθλήσει σεαυτήν συντηρήσασα, ἐν τῷ ἀφθάρτῳ ὄντως τοῦ Κτίστου σου, νύμφη εὐκλεής, θαλάμῳ ἔφθασας ἐστολισμένη, πεποικιλμένη, στεφανηφόρος, νικητὴς λαμπαδηφόρος, εὐθαλής, ἀφθάρτου νυμφῶνος τυχοῦσα, καὶ δεξαμένη ὡς χρυσίον, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.

Μεγαλυνάριον
Την Λαμπάδα πάντες Τη φαεινήν, και της παρθενίας, τον ασύλλητον θυσαυρόν, τη νύμφη Κυρίου, και Άσπιλον Αμνάδα, Μαρίναν την αγίαν, ύμνοις τιμήσωμεν.

ΑΓ ΠΑΝΤΕΛΕΗΜΩΝ 




Απολυτίκιον
Ἀνδρείαν καὶ φρόνησιν, σὺ κεκτημένη σεμνή, ἀνδρείως κατεπάτησας ὄφιν ἀρχέκακον, Μαρίνα πανεύφημε, ἤσχυνας Ὀλυμβρίου τᾶς πικρᾶς τιμωρίας, εὐφρανας Ἀσωμάτων τᾶς χορείας ἀθλοῦσα, διὸ ἀπαύστως πρέσβευε Χριστῷ, εἰς τὸ σωθήναι ἠμᾶς.

Ἕτερον Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον.
Μνηστευθεῖσα τῷ Λόγῳ Μαρίνα ἔνδοξε, τῶν ἐπιγείων τὴν σχέσιν πᾶσαν κατέλιπες, καὶ ἐνήθλησας λαμπρῶς ὡς καλλιπάρθενος· τὸν γὰρ ἀόρατον ἐχθρὸν κατεπάτησας στερρῶς ὀφθέντα σοὶ Ἀθληφόρε. Καὶ νῦν πηγάζεις τῷ κόσμῳ τῶν ἰαμάτων τὰ δωρήματα.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ’.
Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλη τῇ φωνῇ. Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνήσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί· ἀλλ᾽ ὡς θυσίαν ἄμωμον προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον
Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Παρθενίας κάλλεσι, πεποικιλμένη παρθένε, ἀκηράτοις στέμμασιν, ἐστεφανώθης Mαρίνα, αἵμασι, τοῦ μαρτυρίου δε φοινιχθεῖσα, θαύμασι καταλαμπρύνθης τῶν ἰαμάτων, καὶ τῆς νίκης τὰ βραβεῖα, ἐδέξω Μάρτυς χειρὶ τοῦ Κτίστου σου.

Ὁ Οἶκος
Τῷ νυμφίῳ Χριστῷ, ἔρωτι τῆς καρδίας σου ἀπὸ βρέφους σεμνὴ πυρποληθεῖσα, ἔδραμες, δορκὰς ὡς διψῶσα πηγαῖς ἀειρύτοις, Παρθενομάρτυς, καὶ τῇ ἀθλήσει σεαυτήν συντηρήσασα, ἐν τῷ ἀφθάρτῳ ὄντως τοῦ Κτίστου σου, νύμφη εὐκλεής, θαλάμῳ ἔφθασας ἐστολισμένη, πεποικιλμένη, στεφανηφόρος, νικητὴς λαμπαδηφόρος, εὐθαλής, ἀφθάρτου νυμφῶνος τυχοῦσα, καὶ δεξαμένη ὡς χρυσίον, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.

Μεγαλυνάριον
Την Λαμπάδα πάντες Τη φαεινήν, και της παρθενίας, τον ασύλλητον θυσαυρόν, τη νύμφη Κυρίου, και Άσπιλον Αμνάδα, Μαρίναν την αγίαν, ύμνοις τιμήσωμεν.




ΑΓ ΑΝΑΣΤΑΣΙΟΣ ΓΟΡΔΙΟΣ 











ΑΓ ΙΩΑΝΝΗΣ ΜΑΞΙΜΟΒΙΤΣ


Ἀπολυτίκιον
Ήχος πλ. α'. Τον συνάναρχον Λόγον.
Ιωάννη Μαξίμοβιτς, αγγελόμορφε, ιεραρχών θεοφόρων και διδασκάλων σοφών εκλαμψάντων άρτι σάπφειρε πολύτιμε, ως Ορθόδοξων ασκητών καλλονήν και ποταμόν αστείρευτον θαυμασίων, σε ανυμνούντες ευχάς σου θερμάς προς Κύριον αιτούμεθα.

Κοντάκιον
Ήχος πλ. δ'. Τη Υπερμάχω.
Τον ταπεινόν, απλούν, φιλόθεον, φιλάρετον, σεμνόν, μακρόθυμον, πραυν και ευμπάθητον, ευφημήσωμεν Ορθόδοξον ιεράρχην, Ιωάννην τον Μαξίμοβιτς, μελίσμασιν ως θαυμάτων φρέαρ όντως ακεσώδυνον, πόθω κράζοντες, Χαίροις, χάριτος σκήνωμα.

Μεγαλυνάριον
Χαίροις, ιεράρχα νεοφανές, μάκαρ Ιωάννη, ταπεινώσεως κορυφή, χαίροις, ο ανύσας ουρανοδρόμον άρτι πορείαν και θαυμάτων κρήνη γενόμενος.

ΑΓ ΔΗΜΗΤΡΙΟΣ




Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος γ’.
Μέγαν εὕρατο ἐv τοῖς κιvδύvοις, σὲ ὑπέρμαχοv, ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαῤῥύvας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Κοντάκιον
Ἦχος β’. Αὐτόμελον.
Τοῖς τῶv ἰαμάτωv σου ῥείθροις Δημήτριε, τὴv Ἐκκλησίαν Θεὸς ἐπορφύρωσεv, ὁ δούς σοι τὸ κράτος ἀήττητοv, καὶ περιέπωv τὴν πόλιv σου ἄτρωτοv· αὐτῆς γὰρ ὑπάρχεις τὸ στήριγμα.

Κάθισμα
Ἦχος πλ. δ’. Τὴν Σοφίαν καὶ Λογον.
Εὐσεβείας τοῖς τρόποις καταπλουτῶν, ἀσεβείας τὴν πλάνην καταβαλών, Μάρτυς κατεπάτησας, τῶν τυράννων τὰ θράση, καὶ τῷ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τῶν εἰδώλων τὴν πλάνην, εἰς χάος ἐβύθισας· ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων, ἐδέξω τὰ θαύματα, καὶ πηγάζεις ἰάματα, Ἀθλοφόρε Δημήτριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Ἕτερον Κάθισμα
Βασιλεῖ τῶν αἰώνων εὐαρεστῶν, βασιλέως ἀνόμου πᾶσαν βουλήν, ἐξέκλινας Ἔνδοξε, καὶ γλυπτοῖς οὐκ ἐπέθυσας· διὰ τοῦτο θῦμα, σαυτὸν προσενήνοχας, τῷ τυθέντι Λόγῳ ἀθλήσας στερρότατα· ὅθεν καὶ τῇ λόγχῃ, τὴν πλευρὰν ἐξωρύχθης, τὰ πάθη ἰώμενος, τῶν πιστῶς προσιόντων σοι, Ἀθλοφόρε Δημήτριε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Μεγαλυνάριον
Τὸν μέγαν ὁπλίτην καὶ ἀθλητήν, τὸν στεφανηφόρον, καὶ ἐν μάρτυσι θαυμαστόν, τὸν λόγχῃ τρωθέντα, πλευρὰν ὡς ὁ δεσπότης, Δημήτριον τὸν θεῖον ὕμνοις τιμήσωμεν.

Ἕτερον Μεγαλυνάριον
Φύλαττε τοὺς δούλους σου ἀθλητά, μάρτυς μυροβλύτα τοὺς ὑμνοῦντάς σε εὐσεβῶς, καὶ ρῦσαι κινδύνων καὶ πάσης ἄλλης βλάβης, Δημήτριε τρισμάκαρ ταῖς ἱκεσίαις σου.


ΑΓΙΟΣ ΓΕΩΡΓΙΟΣ  




Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος δ’.
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κοντάκιον
Ἦχος δ’ . Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Γεωργηθείς ὑπό Θεοῦ ἀνεδείχθης, τῆς εὐσεβείας γεωργός Τιμιώτατος, τῶν ἀρετῶν τὰ δράγματα συλλέξας σεαυτῷ· σπείρας γὰρ ἐν δάκρυσιν, εὐφροσύνῃ θερίζεις· ἀθλήσας δὲ δι᾽ αἵματος, τὸν Χριστόν ἐκομίσω· καὶ ταῖς πρεσβείαις Ἅγιε ταῖς σαῖς, πᾶσι παρέχεις πταισμάτων συγχώρησιν.



 ΑΓΙΟΣ ΠΟΡΦΥΡΙΟΣ ΑΓΙΟΡΕΙΤΗΣ





Ἀπολυτίκιον
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Ἰχνηλάτης τῶν πάλαι πατέρων γέγονας, Ἁγιωνύμου τοῦ Ὄρους ἀσκήσας Σκήτῃ σεπτῇ, Τριάδος τῆς Ζωαρχικῆς, τῶν Καυσοκαλυβίων, ἄβυσσος θείων δωρεῶν, λυτήρ δεινῶν ἀσθενειῶν, ἐδείχθης ὦ θεοφόρε. Πορφύριε οἰκουμένης, πάσης, ποιμήν ἡμῶν καί στήριγμα.

Ἕτερον Ἀπολυτίκιον  (Κατέβασμα)
Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
(Ὑπὸ Εὐαγγέλου Καραδήμου)
Τῆς Εὐβοίας τὸν γόνον, Οἰκουμένης ἀγλάϊσμα (πρώτη γραφή: πανελλήνων τὸν Γέροντα), τῆς Θεολογίας τὸν μύστην καὶ Χριστοῦ φίλον γνήσιον, Πορφύριον τιμήσωμεν, πιστοί, τὸν πλήρη χαρισμάτων ἐκ παιδός. Δαιμονῶντας γὰρ λυτροῦται, καὶ ἀσθενεῖς ἰᾶται πίστει κράζοντας· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
(Ὑπὸ Χαραλάμπους Μπούσια)
Προγιγνώσκειν τὸ μέλλον σοφῶς, Πορφύριε, ὡς ἀντιμίσθιον πόνων καὶ βιοτῆς εὐσεβοῦς χάριν δέδωκέ σοι ἄνωθεν ὁ Κύριος· ἄνθος Εὐβοίας ἱερόν, ἐκ τοῦ Ἄθω μυστικῶς πρὸς κήπους μετεφυτεύθης ἀλήκτου δόξης πρεσβεύειν Χριστῷ ὑπὲρ τῶν εὐφημούντων σε.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. δ´. Ὀρθοδοξίας ὁδηγέ.
(Ὑπὸ Ἀδαμαντίας Πιπεράκη)
Φωτὸς χωρίον τοῦ Θεοῦ καὶ χαρισμάτων τοῦ Πνεύματος ἔμπλεως, τῶν ἱερέων καλλονή, τῶν μοναστῶν κανὼν ἀκριβέστατος, Πορφύριε σοφέ, τῇ διακρίσει λάμψας καὶ θαύμασι, Πατὴρ ἡμῶν ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
(Ἀγνώστου ποιητοῦ - εὑρέθησαν στὸ κελλίον τοῦ Γέροντος ὡς χειρόγραφα, ὡς προσευχὴ ἀγνώστων προσκυνητῶν καὶ ἁπλῶς παρατίθενται ἐδῶ, δὲν προτείνονται πρὸς ψαλμῴδησιν)
Ὁσίως διέπρεψας ἐν μέσῳ ἄστει σοφέ, τὴν κλῆσιν δεξάμενος ἀπὸ κοιλίας μητρός· ὅθεν προσκαρτεροῦντες τὸ πλήρωμα τοῦ χρόνου, προσέτι μαρτυρίᾳ πλείω τούτων δοθῆναι, ἵνα ἀκαταπαύστως τὴν δόξαν σου ὑμνοῦμεν, αἰτούμενοι ἐλέους τῷ σὲ ἁγιάσαντι.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
(Ἀγνώστου ποιητοῦ - εὑρέθησαν στὸ κελλίον τοῦ Γέροντος ὡς χειρόγραφα, ὡς προσευχὴ ἀγνώστων προσκυνητῶν καὶ ἁπλῶς παρατίθενται ἐδῶ, δὲν προτείνονται πρὸς ψαλμῴδησιν)
Πνευματέμφορος ὅλος καὶ ἀπαθέστατος, διακρίσεως φάρος φωτοειδέστατος, ἱερατεύων τῷ Χριστῷ, ὡς ἰσάγγελος ὤφθης. Προφήτης θαυμαστός, τὰ ἐγγὺς καὶ τὰ μακράν, προβλέπεις ὅσιε Πάτερ, Πορφύριε θεοφόρε, Ἁγίου Ὄρους τὸ ἀγαλλίαμα.

Κοντάκιον
Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
(Ὑπὸ Ἀδαμαντίας Πιπεράκη)
Ὡς παιδιόθεν τὸν Χριστὸν χαίρων ἠγάπησας, καὶ τὰ τοῦ βίου ἀγαθὰ ἀπαρνησάμενος, τὴν τοῦ Ἄθωνος κατέλαβες πολιτείαν, τὸν τῆς πτώσεως χιτῶνα ἐκδυσάμενος, ἀνεδείχθης τῆς Τριάδος ἐνδιαίτημα καὶ πρεσβεύεις ἀεί, Πάτερ ὅσιε, σωθῆναι ἡμᾶς.

Ἕτερον Κοντάκιον
Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
(Ὑπὸ Χαραλάμπους Μπούσια)
Τὸν ὑακίνθῳ καὶ πορφύρᾳ ταπεινώσεως, ὑπακοῆς τε καὶ ἀγάπης στολισάμενον τῆς ψυχῆς αὐτοῦ τὸ ἔνδυμα καὶ ὀφθέντα χαρισμάτων θείου πνεύματος ἐκσφράγισμα εὐφημήσωμεν σοφίας ὡς διδάσκαλον ἀνακράζοντες· Χαίροις, μάκαρ Πορφύριε.

Ἕτερον Κοντάκιον
Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
(Ὑπὸ Εὐαγγέλου Καραδήμου)
Τοῦ Παρακλήτου τὸν ναὸν τὸν ἁγιώτατον καὶ τῆς πανάγνου Θεοτόκου προσφιλέστατον, ἀνυμνήσωμεν Πορφύριον ἐκ καρδίας. Ἀγαπᾷ γὰρ καὶ ἰᾶται πάντας καὶ φρουρεῖ καὶ πρεσβεύει ὅπως τύχωμεν θεώσεως. Ὅθεν κράζομεν· χαίροις, πάτερ Πορφύριε.

Ἕτερον Κοντάκιον
Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Ἁγίων Πάντων ὁ χορός νῦν εὐφραινέσθωσαν καί ὀρθοδόξων τά πληρώματα χαιρέτωσαν, ὅτι ἄρτι τῇ Ἐκκλησίᾳ, λαμπρός ἀστήρ ἐφάνη. Τριάδος τῆς Ἁγίας Σκήτης σεπτῆς, τῶν Καυσοκαλυβίων κόσμος φανείς. Διό κράζομεν, χαίροις πάτερ Πορφύριε.

Μεγαλυνάριον
Χαῖρε καί εὐφραίνου Σκήτη λαμπρά, Καυσοκαλυβίων, ἐν σοί ηὔγασεν ἀληθῶς, ἄστρον καταυγάσαν, τήν οἰκουμένην πάσαν, καί πάντας ἀφυπνίζων, πρός βίον κρείττονα.

Ἕτερον Μεγαλυνάριον
(Ὑπὸ Εὐαγγέλου Καραδήμου)
Χαίροις χαρισμάτων ὁ θησαυρὸς καὶ τῶν ἰαμάτων ἡ πηγὴ ἡ θαυματουργός. Χαίροις ὁ προφήτης ὁ νέος Ἐκκλησίας, Πορφύριε, τρισμάκαρ, Ἄθωνος καύχημα.

Ἕτερον Μεγαλυνάριον
(Ὑπὸ Χαραλάμπους Μπούσια)
Χαίροις, ὁ χαρίτων πλησθεὶς πολλῶν ἐν ἐσχάτοις χρόνοις καὶ ἰθύνας πιστοὺς καλῶς πρὸς λειμῶνας θείους, ἀστὴρ θεοσοφίας καὶ ἀκραιφνοῦς ἀγάπης, πάτερ Πορφύριε.

Ἕτερον Μεγαλυνάριον
(Ὑπὸ Ἀδαμαντίας Πιπεράκη)
Χαίροις τῆς Εὐβοίας γόνος ἐσθλός, καὶ ὑπερουσίου τῆς Τριάδος μυσταγωγός· χαίροις τοῦ ἀκτίστου, φωτὸς τοῦ Θαβωρίου, αἱρέτης καὶ δοχεῖον, Πάτερ Πορφύριε.

ΑΓΙΟΣ ΙΑΚΩΒΟΣ  ΤΣΑΛΙΚΗΣ 


Ἀπολυτίκιον
Ἦχος γ΄. Θείας πίστεως.
Χαίρει ἔχουσα, σὲ παραστάτην, ἡ πολύφημος νῆσος Εὐβοίας, καὶ τοῦ ὁσίου Δαυΐδ ἐπαγάλλεται, ἡ θεία Μάνδρα τὸν τάφον σου ἔχουσα, θεοχαρίτωτε πάτερ Ἰάκωβε, σὺ γὰρ χάριτας, βλυστάνεις ἡμῖν ἑκάστοτε, ὡς ῥεῦμα Παρακλήτου ἀνεπίσχετον.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εὐβοίας τὸν ἔφορον, καὶ κοινοβίου Δαυΐδ, σεπτὸν προεξάρχοντα, καὶ τοῦ λαοῦ ποδηγόν, Ἰάκωβον ὅσιον, δεῦτε ἐν εὐφροσύνῃ, καταστέψωμεν ὕμνοις, οὗτος γὰρ ἐντυγχάνει, τῷ Χριστῷ ὑπὲρ πάντων, παρέχει δὲ τοῖς ἀνθρώποις, χάριν καὶ ἔλεος.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τῶν ὁσίων Πατέρων τὰ κατορθώματα, ἐν ἐσχάτοις τοῖς χρόνοις ζηλώσας ἅγιε, ἀνεδείχθης μιμητὴς τούτων Ἰάκωβε, ἐν τῇ μάνδρᾳ τοῦ Δαυΐδ, τοῦ προστάτου σου σεμνέ, ποιμάνας ταύτην ἐνθέως, διὸ σὺν τούτῳ μὴ παύσῃ, ὑπὲρ ἡμῶν ἀεὶ δεόμενος.

Ἕτερον Ἀπολυτίκιον
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Λαμπρυνθεὶς τοῦ Δεσπότου ταπεινώσει, Ἰάκωβε, κάλλος ἐνεδύθης ἀρχαῖον, κα­ταυγάσας τὴν Εὔβοιαν. Διὸ συλλειτουργῶν τοῖς Χερουβείμ, ὡράθης Ἐκκλησίας χαρμονή, σὺν Δαβὶδ καὶ Ἰωάννῃ, ἱλαστικῶς φαιδρύνων τοὺς βοῶντάς σοι· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰ­άματα.

Κοντάκιον
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
Τὸν σεμνὸν ἡγούμενον, τῶν μοναζόντων Πατέρων, καὶ Δαυῒδ διάδοχον, ἐν τῇ Μονῇ τῆς Εὐβοίας, λάμψαντα, καθάπερ ἄστρον ἐν Ἐκκλησίᾳ, λόγοις τε καὶ εὐσεβεῖ βιοτῇ ἐν πίστει, ἐπαινοῦμεν ἐκβοῶντες, χαίροις θεόφρον Ἰάκωβε ὅσιε.

Κάθισμα
Ἦχος δ΄.Κατεπλάγη Ἰωσήφ.
Ἐν μοναῖς εὐωχηθείς, ἔνθα ἡ πέτρα τῆς ζωῆς, εὐχαριστίας ἱλαρά, ὤφθης πηγὴ θεοπρεπής, ἀναβλυστάνων χαρίσματα ἰαμάτων. Θεῑον γὰρ Δαβίδ, ἔχων συνόμιλον, ἔθραυσας σατάν, τὰ μηχανήματα. Τῆς Θεοτόκου διόπερ ἀπήλαυσας, τὰς ἀντιλήψεις θεότιμε, πιστοῖς παρέχων, πταισμάτων λύσιν, παντελεῆμον Ἰάκωβε.

Ἕτερον Κάθισμα
Ἦχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Χειρί σου εὐαγεῖ, ἐν ἡμέρᾳ ἐξόδου, ηὐλόγησας σεπτῶς, τὴν ἁγίαν σου ποίμνην, δεικνὺς τῆς θεώσεως, ἀπειρόφωτον εὔκλειαν· ὅθεν σήμερον, ὑμνολογοῦμεν ἀξίως, τῶν καμάτων σου, τὴν θεοδώρητον χάριν, Ἰάκωβε ἔνδοξε.

Ἕτερον Κάθισμα
Ἦχος πλ. δ΄. Τὴν σοφίαν καὶ Λόγον.
Θησαυρίζων πενίαν θεοτερπῆ, τῶν ἀγγέλων ἐπέγνως τὴν χαρμονήν, τὰς ὕβρεις δεχόμενος, ὡσεὶ ὄλβον πολύτιμον· καὶ γὰρ ζηλώσας τοῦ κτίστου, τρυφὴν τῆς κε­νώσεως, τοῦ δολίου τὰς πάγας, εὐτόνως συνέτριψας. Ὅθεν θεηγόρε, τῶν δαιμόνωνἐκφεύγεις, τὴν ῥύμην Ἰάκωβε, παντευχίᾳ τῇ κρείττονι, Χαραλάμπους θεόφρονος. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς εὐφημοῦσι, τὴν πάντιμον μνήμην σου.

Ὁ Οἶκος
Βίβλος ἐγγεγραμμένη, τῷ δακτύλῳ τοῦ Λόγου, ὡράθης, ὦ Ἰάκωβε μάκαρ· τῆς Τριάδος καὶ γὰρ ἐπιγνούς, εὐδοκίαν θείαν εἰς χαρὰν ἄληκτον, εἰσέδυσας αἰνούμενος, χορῷ τῶν Σεραφεὶμ μελπόντων·

Χαῖρε, τὸ ἅρμα δοξολογίας· χαῖρε, ὁ κόλαφος ἀπειθείας.
Χαῖρε, εὐσπλαγχνίας ὡραῖον κατάλυμα· χαῖρε, τῆς Εὐβοίας εὐήρατον βλάστημα.
Χαῖρε, ἄρτος θεοτήρητος πανδαισίας μυστικῆς· χαῖρε, σκεῦος θεοδώρητον θεωρίας νηπτικῆς.
Χαῖρε, οὐρανοδρόμος χελιδὼν ξενιτείας· χαῖρε, τῆς Ἐκκλησίας παντευχία ἁγία.
Χαῖρε, ὁ γνοὺς ἀγνώστως τὸν ἄναρχον· χαῖρε, τοῦ Λόγου λάρυγξ ὁ ἥδιστος.
Χαῖρε, εἰς ὕψος ἀρθεὶςθεωρίας· χαῖρε, ἐκκύπτων ἐμῇ τῇ καρδίᾳ·

Μεγαλυνάριον
Χαίροις τῆς Εὐβοίας ὁ στολισμός, καὶ ποιμὴν τῆς Μάνδρας, τοῦ ὁσίου πατρὸς Δαυΐδ. Χαίροις ὀρθοδόξων, ὁ βοηθὸς ἐν πᾶσι, Ἰάκωβε παμμάκαρ, ἡμῶν τὸ καύχημα.

Ἕτερον Μεγαλυνάριον
Χαίροις, ἰαμάτων ὁ ποταμός, εὐχαῖς σου ἀρδεύων, πᾶσαν κτίσιν ἱλαστικῶς, Ἰάκωβε θεόφρον, Εὐβοίας ὁ κοσμήτωρ, Δαβίδ τε θεοφόρου, θεῖος συνέκδημος.

ΑΓΙΟΣ ΕΦΡΑΙΜ ΚΑΤΟΥΝΑΚΙΩΤΗΣ












ΑΓΙΟΣ ΑΜΦΙΛΟΓΙΟΣ ΜΑΚΡΗΣ ΠΑΤΜΟΥ



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου